Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.154 Dem. 23.157 (English) >>Dem. 23.160

23.156αἰσθόμενος δʼ οὗ ἦν κακοῦ καὶ λογισμὸν λαβὼν ὅτι ληφθήσεται, κἂν μηδενὶ τῶν ἄλλων, τῷ γε λιμῷ, εἶδεν, εἴτε δή τινος εἰπόντος εἴτʼ αὐτὸς συνείς, ὅτι σωτηρία μόνη γένοιτʼ ἂν αὐτῷ ἥπερ ἅπαντας ἀνθρώπους σῴζει. ἔστι δʼ αὕτη τίς; ὑμετέρα, ἄνδρες Ἀθηναῖοι, εἴτε χρὴ φιλανθρωπίαν λέγειν εἴθʼ τι δήποτε. γνοὺς δὲ τοῦτο πέμπει τὴν ἐπιστολὴν ὑμῖν, ἧς ἄξιόν ἐστιν ἀκοῦσαι, βουλόμενος διὰ τῆς ὑποσχέσεως τοῦ κομιεῖσθαι Χερρόνησον ὑμῖν, καὶ διὰ τοῦ τὸν Κηφισόδοτον δοκεῖν ἐχθρὸν ὄντα τοῦ Κότυος καὶ τοῦ Ἰφικράτους ταῦτα βούλεσθαι, τριήρων εὐπορήσας παρʼ ὑμῶν ἀσφαλῶς ἐκ τῆς Ἀσίας ἀποδρᾶναι. 23.157τί δὴ συμβαίνει παραυτά, ὅθεν ἐξηλέγχθη τὸ πρᾶγμʼ ἐπʼ αὐτοφώρῳ; Μέμνων καὶ Μέντωρ, οἱ κηδεσταὶ τοῦ Ἀρταβάζου, ἄνθρωποι νέοι καὶ κεχρημένοι ἀπροσδοκήτῳ εὐτυχίᾳ τῇ τοῦ Ἀρταβάζου κηδείᾳ, βουλόμενοι τῆς χώρας ἄρχειν εὐθὺς ἐν εἰρήνῃ καὶ τιμᾶσθαι καὶ μὴ πολεμεῖν μηδὲ κινδυνεύειν, πείθουσι τὸν Ἀρτάβαζον τοῦ μὲν τιμωρεῖσθαι τὸν Χαρίδημον ἀφέσθαι, ἀποστεῖλαι δʼ ὑπόσπονδον, διδάσκοντες ὡς ὑμεῖς, κἂν ἐκεῖνος μὴ ʼθέλῃ, διαβιβᾶτε καὶ οὐ δυνήσεται κωλύειν. 23.158ὡς δὲ τυγχάνει ταύτης τῆς ἀλόγου καὶ ἀπροσδοκήτου σωτηρίας Χαρίδημος, διαβὰς εἰς τὴν Χερρόνησον ἐφʼ αὑτοῦ διὰ τὰς σπονδάς, τοσούτου ἐδέησεν ἐπελθεῖν τῷ Κότυϊ, γεγραφὼς ὅτι οὐχ ὑπομενεῖ Κότυς αὐτὸν ἐπιόντα, τὴν Χερρόνησον ὅπως κομιεῖσθʼ ὑμεῖς συμπρᾶξαι, ὥστε πάλιν μισθώσας αὑτὸν τῷ Κότυϊ τὰ ὑπόλοιπα τῶν ὑμετέρων χωρίων Κριθώτην καὶ Ἐλαιοῦντʼ ἐπολιόρκει. καὶ ὅτι ταῦτα, καὶ ἡνίκʼ ἔτʼ ἦν ἐν τῇ Ἀσίᾳ καὶ τὴν ἐπιστολὴν ἔπεμπε πρὸς ὑμᾶς, ἐγνωκὼς ποιεῖν ἐφενάκιζεν ὑμᾶς, ἀπὸ τῆς διαβάσεως ἣν ἐποιήσατο γνώσεσθε· ἐκ γὰρ Ἀβύδου τῆς τὸν ἅπαντα χρόνον ὑμῖν ἐχθρᾶς καὶ ὅθεν ἦσαν οἱ Σηστὸν καταλαβόντες, εἰς Σηστὸν διέβαινεν, ἣν εἶχε Κότυς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.154 Dem. 23.157 (English) >>Dem. 23.160

Powered by PhiloLogic